Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.51 | Dem. 9.55 (English) | >>Dem. 9.60 |
9.54ὃ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς οὐ δυνήσεσθʼ ὑμεῖς ποιῆσαι , ἀλλʼ εἰς τοῦτʼ ἀφῖχθε μωρίας ἢ παρανοίας ἢ οὐκ ἔχω τί λέγω (πολλάκις γὰρ ἔμοιγʼ ἐπελήλυθε καὶ τοῦτο φοβεῖσθαι , μή τι δαιμόνιον τὰ πράγματʼ ἐλαύνῃ ), ὥστε λοιδορίας , φθόνου , σκώμματος , ἧστινος ἂν τύχηθʼ ἕνεκʼ αἰτίας ἀνθρώπους μισθωτούς , ὧν οὐδʼ ἂν ἀρνηθεῖεν ἔνιοι ὡς οὐκ εἰσὶ τοιοῦτοι , λέγειν κελεύετε , καὶ γελᾶτε , ἄν τισι λοιδορηθῶσιν .
9.55καὶ οὐχί πω τοῦτο δεινόν , καίπερ ὂν δεινόν · ἀλλὰ καὶ μετὰ πλείονος ἀσφαλείας πολιτεύεσθαι δεδώκατε τούτοις ἢ τοῖς ὑπὲρ ὑμῶν λέγουσιν . καίτοι θεάσασθε ὅσας συμφορὰς παρασκευάζει τὸ τῶν τοιούτων ἐθέλειν ἀκροᾶσθαι . λέξω δʼ ἔργα ἃ πάντες εἴσεσθε .
ἦσαν ἐν Ὀλύνθῳ τῶν ἐν τοῖς πράγμασιν τινὲς μὲν Φιλίππου καὶ πάνθʼ ὑπηρετοῦντες ἐκείνῳ , τινὲς δὲ τοῦ βελτίστου καὶ ὅπως μὴ δουλεύσουσιν οἱ πολῖται πράττοντες . πότεροι δὴ τὴν πατρίδʼ ἐξώλεσαν ; ἢ πότεροι τοὺς ἱππέας προὔδοσαν , ὧν προδοθέντων Ὄλυνθος ἀπώλετο ; οἱ τὰ Φιλίππου φρονοῦντες , καὶ ὅτʼ ἦν ἡ πόλις τοὺς τὰ βέλτιστα λέγοντας συκοφαντοῦντες καὶ διαβάλλοντες οὕτως , ὥστε τόν γʼ Ἀπολλωνίδην καὶ ἐκβαλεῖν ὁ δῆμος ὁ τῶν Ὀλυνθίων ἐπείσθη .
οὐ τοίνυν παρὰ τούτοις μόνον τὸ ἔθος τοῦτο πάντα κάκʼ εἰργάσατο , ἄλλοθι δʼ οὐδαμοῦ · ἀλλʼ ἐν Ἐρετρίᾳ , ἐπειδὴ ἀπαλλαγέντος Πλουτάρχου καὶ τῶν ξένων ὁ δῆμος εἶχε τὴν πόλιν καὶ τὸν Πορθμόν , οἱ μὲν ἐφʼ ὑμᾶς ἦγον τὰ πράγματα , οἱ δʼ ἐπὶ Φίλιππον . ἀκούοντες δὲ τούτων τὰ πολλά , μᾶλλον δὲ τὰ πάνθʼ οἱ ταλαίπωροι καὶ δυστυχεῖς Ἐρετριεῖς , τελευτῶντες ἐπείσθησαν τοὺς ὑπὲρ αὑτῶν λέγοντας ἐκβαλεῖν .
9.56
9.57
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.51 | Dem. 9.55 (English) | >>Dem. 9.60 |